Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.51 Dem. 23.53 (English) >>Dem. 23.56

23.52οὐκ ἔξεστι δὲ ποῖ; ἐξ ἧς ἂν φεύγῃ τις πόλεως. ποῦ καὶ σφόδρα τοῦτο δηλοῖ; “ἐάν τις κατίῃφησί. τοῦτο δʼ οὐκ ἔστʼ ἐπενεγκεῖν ἄλλῃ πόλει πλὴν ἣν ἂν φεύγῃ τις· ὅθεν γὰρ μηδʼ ἐξέπεσέν τις τὴν ἀρχήν, οὐκ ἔνι δήπου κατελθεῖν εἰς ταύτην. μὲν τοίνυν νόμος ἔνδειξιν δέδωκεν, καὶ ταύτην, “ἂν κατίῃ ὅποι μὴ ἔξεστιν·” δὲἀγώγιμος ἔστωγέγραφεν κἀντεῦθεν, ὅποι φεύγειν οὐδεὶς κωλύει νόμος.

23.53λέγʼ ἄλλον νόμον.Νόμος

ἐάν τις ἀποκτείνῃ ἐν ἄθλοις ἄκων, ἐν ὁδῷ καθελὼν ἐν πολέμῳ ἀγνοήσας, ἐπὶ δάμαρτι ἐπὶ μητρὶ ἐπʼ ἀδελφῇ ἐπὶ θυγατρί, ἐπὶ παλλακῇ ἣν ἂν ἐπʼ ἐλευθέροις παισὶν ἔχῃ, τούτων ἕνεκα μὴ φεύγειν κτείναντα.

πολλῶν, ἄνδρες Ἀθηναῖοι, νόμων ὄντων, παρʼ οὓς εἴρηται τὸ ψήφισμα, παρʼ οὐδένα μᾶλλον παρὰ τοῦτον τὸν ἀνεγνωσμένον νῦν εἴρηται. διδόντος γὰρ τοῦ νόμου σαφῶς οὑτωσὶ καὶ λέγοντος ἐφʼ οἷς ἐξεῖναι κτεῖναι, οὗτος ἅπαντα παρεῖδε ταῦτα, καὶ γέγραφεν, οὐδὲν ὑπειπὼν πῶς, ἄν τις ἀποκτείνῃ, τὴν τιμωρίαν. 23.54καίτοι σκέψασθʼ ὡς ὁσίως καὶ καλῶς ἕκαστα διεῖλεν ταῦτʼ ἐξ ἀρχῆς διελών. ἄν τις ἐν ἄθλοις ἀποκτείνῃ τινά, τοῦτον ὥρισεν οὐκ ἀδικεῖν. διὰ τί; οὐ τὸ συμβὰν ἐσκέψατο, ἀλλὰ τὴν τοῦ δεδρακότος διάνοιαν. ἔστι δʼ αὕτη τίς; ζῶντα νικῆσαι καὶ οὐκ ἀποκτεῖναι. εἰ δʼ ἐκεῖνος ἀσθενέστερος ἦν τὸν ὑπὲρ τῆς νίκης ἐνεγκεῖν πόνον, ἑαυτῷ τοῦ πάθους αἴτιον ἡγήσατο, διὸ τιμωρίαν οὐκ ἔδωκεν ὑπὲρ αὐτοῦ.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.51 Dem. 23.53 (English) >>Dem. 23.56

Powered by PhiloLogic